Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.309 Dem. 18.312 (English) >>Dem. 18.316

18.311τίς γὰρ συμμαχία σοῦ πράξαντος γέγονεν τῇ πόλει; τίς δὲ βοήθεια κτῆσις εὐνοίας δόξης; τίς δὲ πρεσβεία, τίς διακονία διʼ ἣν πόλις ἐντιμοτέρα; τί τῶν οἰκείων τῶν Ἑλληνικῶν καὶ ξενικῶν, οἷς ἐπέστης, ἐπηνώρθωται; ποῖαι τριήρεις; ποῖα βέλη; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ποῖον ἱππικόν; τί τῶν ἁπάντων σὺ χρήσιμος εἶ; τίς τοῖς εὐπόροις τοῖς ἀπόροις πολιτικὴ καὶ κοινὴ βοήθεια χρημάτων; οὐδεμία. 18.312ἀλλʼ, τᾶν, εἰ μηδὲν τούτων, εὔνοιά γε καὶ προθυμία· ποῦ; πότε; ὅστις, πάντων ἀδικώτατε, οὐδʼ ὅθʼ ἅπαντες, ὅσοι πώποτʼ ἐφθέγξαντʼ ἐπὶ τοῦ βήματος, εἰς σωτηρίαν ἐπεδίδοσαν, καὶ τὸ τελευταῖον Ἀριστόνικος τὸ συνειλεγμένον εἰς τὴν ἐπιτιμίαν, οὐδὲ τότʼ οὔτε παρῆλθες οὔτʼ ἐπέδωκας οὐδέν, οὐκ ἀπορῶν, πῶς γάρ; ὅς γʼ ἐκεκληρονομήκεις μὲν τῶν Φίλωνος τοῦ κηδεστοῦ χρημάτων πλεῖν πέντε ταλάντων, διτάλαντον δʼ εἶχες ἔρανον δωρεὰν παρὰ τῶν ἡγεμόνων τῶν συμμοριῶν ἐφʼ οἷς ἐλυμήνω τὸν τριηραρχικὸν νόμον. 18.313ἀλλʼ ἵνα μὴ λόγον ἐκ λόγου λέγων τοῦ παρόντος ἐμαυτὸν ἐκκρούσω, παραλείψω ταῦτα. ἀλλʼ ὅτι γʼ οὐχὶ διʼ ἔνδειαν οὐκ ἐπέδωκας, ἐκ τούτων δῆλον, ἀλλὰ φυλάττων τὸ μηδὲν ἐναντίον γενέσθαι παρὰ σοῦ τούτοις οἷς ἅπαντα πολιτεύει. ἐν τίσιν οὖν σὺ νεανίας καὶ πηνίκα λαμπρός; ἡνίκʼ ἂν κατὰ τούτων τι δέῃ, ἐν τούτοις λαμπροφωνότατος, μνημονικώτατος, ὑποκριτὴς ἄριστος, τραγικὸς Θεοκρίνης.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.309 Dem. 18.312 (English) >>Dem. 18.316

Powered by PhiloLogic